Jump to content

Page:Retrato do Imperador Marco Aurélio (livro 1 das Reflexões).pdf/31

From Wikisource
This page has not been proofread.

( 15 )

ις'. Παρὰ τοῦ πατρὸς, τὸ ἥμερον, καὶ μενετικὸν ἀσαλεύτως ἐπὶ τῶν ἐξητασμένως κριθέντων· καὶ τὸ ἀκενόδοξον περὶ τὰς δοκούσας τιμάς· καὶ τὸ φιλόπονον καὶ ἐνδελεχές· καὶ τὸ ἀκου-
στικὸν τῶν ἐχόντων τι κοινωφελὲς εἰσφέρειν· καὶ τὸ ἀπαρατρέπτως τοῦ κατ' ἀξίαν ἀπονεμετικὸν ἑκάστῳ· καὶ τὸ ἔμπειρον, ποῦ μὲν χρεία ἐντάσεως, ποῦ δὲ ἀνέσεως· καὶ τὸ παῦσαι τὰ περὶ τοὺς ἔρωτας τῶν μειρακίων· καὶ ἡ κοινονοημοσύνη· καὶ τὸ ἐφεῖσθαι τοῖς φίλοις μήτε συνδειπνεῖν αὐτῷ πάντως, μήτε συναποδημεῖν ἐπάναγκες· ἀεὶ δὲ ὅμοιον αὐτὸν καταλαμβάνεσθ κι ὑπὸ τῶν διὰ χρείας τινὰς ἀπολειφθέντων· καὶ τὸ ζητητικὸν ἀκριβῶς ἐν τοῖς συμβουλίοις, καὶ ἐπίμονον, ἀλλ᾽ οὐ τὸ προαπέστη τῆς ἐρεύνης, ἀρκεσθεὶς ταῖς προχείροις φαντασίαις· καὶ τὸ διατηρητικὸν τῶν φίλων, καὶ μηδαμοῦ ἀψίκορον, μηδὲ ἐπιμανές· καὶ τὸ αὔταρκες ἐν παντὶ, καὶ τὸ φαιδρόν· καὶ τὸ πόῤῥωθεν προνοητικὸν, καὶ τῶν ἐλαχίστων προδιοικητικὸν ἀτραγώδως· καὶ τὸ τὰς ἐπιβοήσεις καὶ πᾶσαν κολακείαν ἐπ' αὐτοῦ σταλῆναι· καὶ τὸ φυλακτικὸν ἀεὶ τῶν ἀναγκαίων τῇ ἀρχῇ, καὶ ταμιευτικὸν τῆς χορηγίας, καὶ ὑπομε-
νετικὸν τῆς ἐπὶ τῶν τοιούτων τινῶν καταιτιάσεως· καὶ τὸ μήτε περὶ [τοὺς] Θεοὺς δεισιδαῖμον, μήτε περὶ ἀνθρώπους δημοκο-
πικὸν, ἢ ἀρεσκευτικόν, ἢ ὄχλοχαρές, ἀλλὰ νῆφον ἐν πᾶσι, καὶ βέβαιον, καὶ μηδαμοῦ ἀπειρόκαλον, μηδὲ καινοτόμον. Καὶ τὸ τοῖς εἰς εὐμάρειαν βίου φέρουσί τι, ὧν ἡ τύχη παρέχει δαψί-
λειαν, χρηστικὸν ἀτύφως ἅμα καὶ ἀπροφασίστως, ὥστε παρόν-
των μὲν ἀνεπιτηδεύτως άπτεσθαι, ἀπόντων δὲ μὴ δεῖσθαι, καὶ τὸ μηδὲ ἄν τινα εἰπεῖν, μήτε ὅτι σοφιστής, μήτε ὅτι οὐερνά-
κλος, μήτε ὅτι σχολαστικός, αλλ' ὅτι ἀνὴρ πέπειρος, τέλειος, ἀκολάκευτος, προεστάναι δυνάμενος καὶ τῶν ἑαυτοῦ καὶ ἄλλων. Πρὸς τούτοις δὲ καὶ τὸ τιμητικὸν τῶν ἀληθῶς φιλοσοφούντων, τοῖς δὲ ἄλλοις οὐκ ἐξονειδιστικὸν, οὐδὲ μὴν εὐπαράγωγον ὑπ' αὐτῶν· ἔτι δὲ τὸ εὐόμιλον, καὶ εὐχαρι οὐ κατακόρως· καὶ τὸ